Παρασκευή 5 Απριλίου 2013

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ μας μητέρας όλων μας βοήθειά ΜΑΣ !!! Τῇ Ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.


Η ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ
[ΧΑΙΡΕΤΙΣΜΩΝ]
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ὁ Ἀκάθιστος Ὕμνος, οἱ τόσο δημοφιλεῖς «Χαιρετισμοὶ» στὴν Παναγία, εἶναι ἕνα ἀπὸ τὰ πιὸ σημαντικὰ ὑμνογραφικὰ κείμενα τῆς βυζαντινῆς περιόδου, συνδεδεμένος ὄχι μόνο μὲ τὴν ἐκκλησιαστικὴ (λατρευτικὴ) ζωή, ἀλλὰ καὶ μὲ τὴν ἐθνικὴ πορεία τοῦ Ἑλληνισμοῦ, ὁ ὁποῖος ἀναγνώρισε στὸ πρόσωπο τῆς Ὑπεραγίας Θεοτόκου τὴν «Ὑπέρμαχο στρατηγό», τὴ σκέπη καὶ τὴν προστασία του.
Ἡ Ἀκολουθία τοῦ Ἀκαθίστου Ὕμνου, ὅπως ἔχει διαμορφωθεῖ σήμερα, συμψάλλεται μὲ τὸ Μικρὸ Ἀπόδειπνο τμηματικὰ τὴν Παρασκευὴ τὸ ἑσπέρας τῶν πρώτων τεσσάρων ἑβδομάδων τῆς Μεγάλης Τεσσαρακοστῆς, καὶ ὁλόκληρη τὴν Παρασκευὴ τῆς πέμπτης ἑβδομάδος τῶν Νηστειῶν.

Γ´
Τῌ ΠΑΡΑΣΚΕΥῌ

ΤΗΣ Γ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Ἀναγινώσκεται τὸ Μικρὸν Ἀπόδειπνον (σελ. 6). Μετὰ τὸ «Ἄξιόν ἐστιν» ψάλλεται ὑπὸ τῶν Χορῶν ὁ Κανὼν τῆς Θεοτόκου (σελ. 28) καὶ τὸ Κοντάκιον· «Τῇ Ὑπερμάχῳ» ἀργῶς (σελ. 54), μεθ᾿ ὃ ἀπαγγέλλεται ἐμμελῶς ὑπὸ τοῦ Ἱερέως ἡ Γ´ Στάσις τῶν «Χαιρετισμῶν».
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾿ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι᾿ ἧς ἐλύθη παράβασις! χαῖρε δι᾿ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾿ ἡμᾶς ἐφάνη καθ᾿ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.
Εἶτα, τό· Τῇ Ὑπερμάχῳ... (σύντομον). Τρισάγιον καὶ τό Κοντάκιον· Ὡς ἀπαρχὰς τῆς φύσεως...Κύριε, ἐλέησον (μ´). Ὁ ἐν παντὶ καιρῷ... Ἄσπιλε ἀμόλυντε..., Καὶ δὸς ἡμῖν Δέσποτα..., (ἄνευ Εὐαγγελίου). Ἡ Ἀπόλυσις. Εὐξώμεθα...Τὴν ὡραιότητα..., ΖΔι᾿ εὐχῶν...(σελ. 62-80).