Παρασκευή 3 Μαΐου 2013

...και πήρα στον ώμο μου τη σκάλα για να ξεκρεμάσω τους αθώους και να καρφώσω τους ληστές.Μενέλαος Λουντέμης.

Μενέλαος Λουντέμης -ΚΑΡΦΙΑ
Ακούω τα πέταλα,ακούω τα καρφιά.
Γέμισαν οι νύχτες μου καρφιά
Κι οι μέρες μου βελόνια.
Παντού ακούονται καρφιά
Να καρφώνουν σταυρούς
Να καρφώνουν κρεμάλες.
Με καρφιά είναι σπαρμένοι οι δρόμοι.
Καρφιά μού'στειλαν στα γενέθλια μου
αντίς για λουλούδια γιορτινά.
Καρφιά γέμισαν το μαξιλάρι μου
αντίς για πούπουλα απαλά.
Καρφιά μπήξανε στα όνειρά μου
Και στον τυραγνισμένο μου ύπνο.
Από άγρια σουβλερά καρφιά
κρέμονται κι οι μέρες μου
μέ σπάγγους από νερό.
Με τα ίδια καρφιά κάρφωσαν
κι όλους τους ανώνυμους της Ιστορίας
Καθώς καί τους διαλεχτούς της.
Απ'αυτά τα καρφιά κρέμασα κι εγώ
τους μαύρους μου εφιάλτες
Και πήρα στον ώμο μου τη σκάλα
για να ξεκρεμάσω τους αθώους
Και να καρφώσω τους ληστές.

El Greco -1577-1579 -El Εσπόλιο - ο Χριστός απογυμνώνεται τα ιμάτιά του διαμοιράζονται - Μουσείο Τολέδο



Μεγάλη Παρασκευή - Ἐν ᾗ τά Ἅγια καί Σωτήρια καί Φρικτά Πάθη τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν

Ἀπόστολος | Εὐαγγέλιον | Ἦχος - Ἑωθινόν Εὐαγγέλιον


ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Α´ 18 - 31

18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· 25 ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. 26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα τοὺς σοφούς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.


ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' Β´ 1 - 2

1 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. 2 οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.
πηγή