Παρασκευή, 29 Μαρτίου 2013

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ μας μητέρας όλων μας βοήθειά ΜΑΣ !!!

Τῇ Ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Η ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ
[ΧΑΙΡΕΤΙΣΜΩΝ]
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ὁ Ἀκάθιστος Ὕμνος, οἱ τόσο δημοφιλεῖς «Χαιρετισμοὶ» στὴν Παναγία, εἶναι ἕνα ἀπὸ τὰ πιὸ σημαντικὰ ὑμνογραφικὰ κείμενα τῆς βυζαντινῆς περιόδου, συνδεδεμένος ὄχι μόνο μὲ τὴν ἐκκλησιαστικὴ (λατρευτικὴ) ζωή, ἀλλὰ καὶ μὲ τὴν ἐθνικὴ πορεία τοῦ Ἑλληνισμοῦ, ὁ ὁποῖος ἀναγνώρισε στὸ πρόσωπο τῆς Ὑπεραγίας Θεοτόκου τὴν «Ὑπέρμαχο στρατηγό», τὴ σκέπη καὶ τὴν προστασία του.
Ἡ Ἀκολουθία τοῦ Ἀκαθίστου Ὕμνου, ὅπως ἔχει διαμορφωθεῖ σήμερα, συμψάλλεται μὲ τὸ Μικρὸ Ἀπόδειπνο τμηματικὰ τὴν Παρασκευὴ τὸ ἑσπέρας τῶν πρώτων τεσσάρων ἑβδομάδων τῆς Μεγάλης Τεσσαρακοστῆς, καὶ ὁλόκληρη τὴν Παρασκευὴ τῆς πέμπτης ἑβδομάδος τῶν Νηστειῶν.
Εὐελπιστοῦμε πὼς μὲ τὴν παράλληλη παράθεση τοῦ κειμένου καὶ τῆς μεταφράσεως στὴ νεοελληνική, ἡ Ἀκολουθία τοῦ Ἀκαθίστου Ὕμνου θὰ γίνει περισσότερο προσιτὴ στοὺς εὐσεβεῖς χριστιανούς.

Θεοτοκίον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴνΖάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα.
Εἶτα οἱ Χοροὶ ἐναλλάξ, τό· Τῇ Ὑπερμάχῳ... 
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
................
Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ´). Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.

Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
(Παύλου Μοναχοῦ, Μονῆς Εὐεργέτιδος)

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως· χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.


Εἶτα ἄρχονται οἱ Χοροὶ ψάλλοντες τὸν Κανόνα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.

ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.

» Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
» πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι
» Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρί-
» ζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (δὶς)

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι᾿ ἧς τῆς Προμήτορος, ἀρὰ λυθήσεται.
Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.
Δόξα.
Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα.
Καὶ νῦν.
Ἁγνείας θησαύρισμα, χαῖρε, δι᾿ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν· χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

» Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ
» ἄφθονος πηγή, θίασον συγκροτήσαντας,
» πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ
» σου, στεφάνων δόξης ἀξίωσον. (δὶς)

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα· χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.
Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς· χαῖρε Ἀμνὰς κυήσασα, Θεοῦ Ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα· χαῖρε θερμὸν ἱλαστήριον.
Δόξα.
Ὄρθρος φαεινὸς χαῖρε, ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον· χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.
Καὶ νῦν.
Χαῖρε Πύλη μόνη, ἣν ὁ Λόγος, διώδευσε μόνος, ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων Πανύμνητε.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

» Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος,
» ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
» τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυ-
» γάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἐν φωναῖς ἆσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε· Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι· χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.
Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα· χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι· χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου, πάντας, πρὸς ζωὴν τοὺς ὑμνοῦντάς σε.
Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη, πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.
Δόξα.
Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα· ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, Ἀπειρόγαμε, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν.
Καὶ νῦν.
Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

» Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου·
» σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ
» τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον
» Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βρα-
» βεύοντα.

Ὁδὸν ἡ κυήσασα, ζωῆς, χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον· χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν· χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.
Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων, χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης· νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε· χαῖρε τῶν Ἀγγέλων χαρμονή· χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.
Πυρίμορφον ὄχημα, τοῦ Λόγου, χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε, τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον· οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.
Δόξα.
Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς· ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.
Καὶ νῦν.
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου, χαῖρε Ἄχραντε· κόχλος ἡ τὸν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε· πάντων πρὸς Θεὸν καταλλαγή, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

ᾨδὴ ς´. Ὁ Εἱρμός.

» Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες
» ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε
» τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέν-
» τα Θεὸν δοξάζοντες. (δὶς)

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα· χαῖρε τῶν Ἀποστόλων τὸ ἐγκαλλώπισμα.
Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε προεθεάσατο.
Δόξα.
Ἰδού σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι, καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων τοῦ πολεμήτορος.
Καὶ νῦν.
Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

» Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες,
» παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν,
» ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·
» Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
» Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ· ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.
Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα, χαῖρε Θεόνυμφε· ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα· χαῖρε Δέσποινα, δι᾿ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.
Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφίμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν· ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.
Δόξα.
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή· ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.
Καὶ νῦν.
Ἱκετεύομεν, οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν· Κλῖνον τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.

ᾨδὴ η´. Ὁ Εἱρμός.

» Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς
» Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος·
» νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅ-
» πασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον
» ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
» τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας· γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνή, ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα Μυστήριον τοῦ τόκου σου· Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα, μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου· καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα.
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας· εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροί, ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.
Καὶ νῦν.
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι᾿ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις Παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα τῶν μελῳδούντων Ἁγνή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

» Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι,
» λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων
» Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυ-
» ριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις
» παμμακάριστε, Θεοτόκε ἁγνή ἀειπάρθενε.

Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.
Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ τὸν μέγαν Ἥλιον· χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή· χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωήν, τὸ ἀνθρώπινον.
Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα· χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή· χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.
Δόξα.
Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε Ἀειπάρθενε· Ὁσίων πάντων χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα· χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.
Καὶ νῦν.
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε κυοφορήσασαν, διὰ μέγα, ἔλεος θελήσαντα, μορφωθῆναι Χριστὲ τὸ ἀλλότριον.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς Οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.
χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
OΛΟΙ OΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΔΩ :ΠΗΓΗ: